Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.153 Joseph. AJ 4.158 (English) >>Joseph. AJ 4.163

4.156

Ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωυσῆς ἐπὶ τὸν Μαδιανιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε, περὶ ὧν τῆς ἐπʼ αὐτοὺς ἐξόδου μετὰ μικρὸν ἀπαγγελοῦμεν προδιηγησάμενοι πρῶτον παρελίπομεν· δίκαιον γὰρ ἐπὶ τούτου τὴν τοῦ νομοθέτου γνώμην μὴ παρελθεῖν ἀνεγκωμίαστον. 4.157τὸν γὰρ Βάλαμον παραληφθέντα ὑπὸ τῶν Μαδιηνιτῶν, ὅπως ἐπαράσηται τοῖς Ἑβραίοις, καὶ τοῦτο μὲν οὐ δυνηθέντα θείᾳ προνοίᾳ, γνώμην δὲ ὑποθέμενον, χρησαμένων τῶν πολεμίων ὀλίγου τὸ τῶν Ἑβραίων πλῆθος διεφθάρη τοῖς ἐπιτηδεύμασι νοσησάντων δή τινων περὶ ταῦτα, μεγάλως ἐτίμησεν ἀναγράψας αὐτοῦ τὰς μαντείας, 4.158καὶ παρὸν αὐτῷ σφετερίσασθαι τὴν ἐπʼ αὐτοῖς δόξαν καὶ ἐξιδιώσασθαι μηδενὸς ἂν γενομένου μάρτυρος τοῦ διελέγξοντος, ἐκείνῳ τὴν μαρτυρίαν ἔδωκε καὶ τῆς ἐπʼ αὐτῷ μνήμης ἠξίωσε. καὶ ταῦτα μὲν ὡς ἂν αὐτοῖς τισι δοκῇ οὕτω σκοπείτωσαν. 4.159

Μωυσῆς δὲ ὑπὲρ ὧν καὶ προεῖπον ἐπὶ τὴν Μαδιηνιτῶν γῆν ἔπεμψεν στρατιὰν τοὺς πάντας εἰς δισχιλίους καὶ μυρίους ἐξ ἑκάστης φυλῆς τὸν ἴσον ἀριθμὸν ἐπιλεξάμενος, στρατηγὸν δʼ αὐτῶν ἀπέδειξε Φινεές, οὗ μικρῷ πρότερον ἐμνήσθημεν φυλάξαντος τοῖς Ἑβραίοις τοὺς νόμους καὶ τὸν παρανομοῦντα τούτους Ζαμβρίαν τιμωρησαμένου. 4.160Μαδιηνῖται δὲ προπυθόμενοι τὸν στρατὸν ἐπὶ σφᾶς ἐλαύνοντα καὶ ὅσον οὐδέπω παρεσόμενον ἠθροίζοντό τε καὶ τὰς εἰσβολὰς τῆς χώρας, προσεδέχοντο τοὺς πολεμίους, ἀσφαλισάμενοι περιέμενον αὐτούς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.153 Joseph. AJ 4.158 (English) >>Joseph. AJ 4.163

Powered by PhiloLogic